Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δὲΒροῦτος, ἅτε δὴ τὰ πρῶτα τῆς Ῥώμης φρονήματα καί γένη καί ἀρετὰς ἐξηρτημένος ἑαυτοῦ καί περινοῶν πάντα τὸν κίνδυνον, ἔξω μὲν ἐπειρᾶτο κατέχειν παρʼ ἑαυτῷ καί κατακοσμεῖν τὴν διάνοιαν,

οἴκοι δὲ καί νύκτωρ οὐκ ἦν ὁ αὐτός, ἀλλὰ τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἠ

p.152
φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ καί διατρίβων ἐν ταῖς ἀπορίαις οὐκ ἐλάνθανε τὴν γυναῖκα συναναπαυομένην, ὅτι μεστός ἐστι ταραχῆς ἀήθους καί κυκλεῖ τι παρʼ ἑαυτῷ δύσφορον βούλευμα καί δυσεξέλικτον.

ἡ δὲ Πορκία θυγάτηρ μὲν, ὥσπερ εἴρηται, Κάτωνος ἦν, εἶχε δʼ αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε κόρην οὖσαν ἔτι καί παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα· καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων Βρούτου γεγραμμένον ὑπʼ αὐτοῦ διασῴζεται.

φιλόστοργος δʼ ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν.

λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.

ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως·