Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἦν δέτις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν.
οὗτος, οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ διʼ ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης.
πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, ὦ Λιγάριε, εἶπεν, ἐν οἵῳ καιρῷ νοσεῖς. κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, ἀλλʼ εἴ τι, φησὶν, ὦ Βροῦτε, σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω.
ἐκτούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλʼ ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.
διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρʼ αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθʼ ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας
ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν
παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.
δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.
Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δʼ αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως.
καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο.
καὶ μήθʼ ὅρκον συνομόσαντες μήτε πίστιν καθʼ ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.