Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

αἰτίαν δέ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη.

φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλʼ ὁ πατὴρ, δεδοικώς μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, διʼ ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων, ὥς φασιν, ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον.

οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν[*](ἀφελεῖν Bekker, after Coraës, has ἀφαιρεῖν.) κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν.

εἰσῄει δὲ πρὸς αὐτὸν εἰς τὸ δωμάτιον οὔτε ἀδελφὸς οὔθʼ υἱὸς ὡς ἔτυχεν ἠμφιεσμένος, ἀλλʼ ἔδει πρὶν εἰσελθεῖν ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων.

ἐπεὶ δὲ Λεπτίνης ὁ ἀδελφὸς αὐτῷ ποτε

p.20
χωρίου φύσιν ἐξηγούμενος λαβὼν λόγχην παρά τινος τῶν δορυφόρων ὑπέγραψε τὸν τόπον, ἐκείνῳ μὲν ἰσχυρῶς ἐχαλέπηνε, τὸν δέ δόντα τὴν λόγχην ἀπέκτεινεν.

ἔλεγε δέ τοὺς φίλους φυλάττεσθαι νοῦν ἔχοντας εἰδὼς καὶ βουλομένους μᾶλλον τυραννεῖν ἢ τυραννεῖσθαι.

καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπʼ αὐτοῦ καὶ τεταγμένων ἐφʼ ἡγεμονίας ἀνεῖλε δόξαντα κατὰ, τοὺς ὕπνους σφάττειν αὐτόν, ὡς ἀπʼ ἐννοίας μεθημερινῆς καὶ

paris.1624.962
διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης.

ὁ μὲν δὴ Πλάτωνι θυμωθείς ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον ὄντα ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.