Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν.

ἡμέρας γὰρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.

ἦν οὖν, ὡς εἰκὸς, ὁ Δίων ἐπαχθής εἰς οὐδὲν ἡδὺ καὶ νεωτερικὸν ἐνδιδοὺς ἑαυτόν, διὸ καὶ πιθανὰ κακιῶν προσρήματα ταῖς ἀρεταῖς ἐπιφέροντες αὐτοῦ διέβαλλον, ὑπεροψίαν τὴν σεμνότητα καὶ τὴν παρρησίαν αὐθάδειαν ἀποκαλοῦντες· καὶ νουθετῶν κατηγορεῖν ἐδόκει καὶ μὴ συνεξαμαρτάνων καταφρονεῖν.

ἀμέλει δὲ καὶ φύσει τινὰ τὸ ἦθος ὄγκον εἶχεν αὐτοῦ καὶ τραχύτητα δυσπρόσοδον ἐντεύξει καὶ δυσξύμβολον.

οὐ γὰρ μόνον ἀνδρὶ νέῳ καὶ διατεθρυμμένῳ τὰ ὦτα κολακείαις ἄχαρις ἦν συγγενέσθαι καὶ προσάντης, πολλοὶ δὲ καὶ τῶν πάνυ χρωμένων αὐτῷ καὶ τὴν ἁπλότητα καὶ τὸ γενναῖον ἀγαπώντων τοῦ τρόπου κατεμέμφοντο τῆς ὁμιλίας, ὡς ἀγροικότερον καὶ βαρύτερον πολιτικῶν χρειῶν τοῖς δεομένοις συναλλάσσοντα.

περὶ ὧν καὶ Πλάτων ὕστερον ὥσπερ ἀποθεσπίζων ἔγραψε πρὸς αὐτόν

p.18
ἐξευλαβεῖσθαι τὴν αὐθάδειαν ὡς ἐρημίᾳ συνοικοῦσαν.

οὐ μὴν ἀλλὰ τότε πλείστου δοκῶν ἄξιος ὑπάρχειν διὰ τὰ πράγματα καὶ μόνος ἢ μάλιστα τὴν τυραννίδα σαλεύουσαν ἀνορθοῦν καὶ διαφυλάττειν, ἐγίνωσκεν οὐ πρὸς χάριν, ἀλλʼ ἄκοντος ὑπὸ χρείας τοῦ τυράννου πρῶτος ὢν καὶ μέγιστος.

αἰτίαν δέ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη.

φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλʼ ὁ πατὴρ, δεδοικώς μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, διʼ ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων, ὥς φασιν, ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον.

οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν[*](ἀφελεῖν Bekker, after Coraës, has ἀφαιρεῖν.) κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν.