Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν.

ἡμέρας γὰρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.

ἦν οὖν, ὡς εἰκὸς, ὁ Δίων ἐπαχθής εἰς οὐδὲν ἡδὺ καὶ νεωτερικὸν ἐνδιδοὺς ἑαυτόν, διὸ καὶ πιθανὰ κακιῶν προσρήματα ταῖς ἀρεταῖς ἐπιφέροντες αὐτοῦ διέβαλλον, ὑπεροψίαν τὴν σεμνότητα καὶ τὴν παρρησίαν αὐθάδειαν ἀποκαλοῦντες· καὶ νουθετῶν κατηγορεῖν ἐδόκει καὶ μὴ συνεξαμαρτάνων καταφρονεῖν.

ἀμέλει δὲ καὶ φύσει τινὰ τὸ ἦθος ὄγκον εἶχεν αὐτοῦ καὶ τραχύτητα δυσπρόσοδον ἐντεύξει καὶ δυσξύμβολον.

οὐ γὰρ μόνον ἀνδρὶ νέῳ καὶ διατεθρυμμένῳ τὰ ὦτα κολακείαις ἄχαρις ἦν συγγενέσθαι καὶ προσάντης, πολλοὶ δὲ καὶ τῶν πάνυ χρωμένων αὐτῷ καὶ τὴν ἁπλότητα καὶ τὸ γενναῖον ἀγαπώντων τοῦ τρόπου κατεμέμφοντο τῆς ὁμιλίας, ὡς ἀγροικότερον καὶ βαρύτερον πολιτικῶν χρειῶν τοῖς δεομένοις συναλλάσσοντα.