Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὄντων δὲ Διονυσίῳ παίδων τριῶν μὲν ἐκ τῆς Λοκρίδος, τεττάρων δὲ ἐξ Ἀριστομάχης, ὧν δύο ἦσαν θυγατέρες, Σωφροσύνη καὶ Ἀρέτη, Σωφροσύνη μὲν Διονυσίῳ τῷ υἱῷ συνῴκησεν, Ἀρέτη δὲ Θεαρίδῃ τῷ ἀδελφῷ. τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ Θεαρίδου Δίων ἔλαβε τὴν Ἀρετήν ἀδελφιδῆν οὖσαν.

ἐπεὶ δὲ νοσῶν ἔδοξεν ὁ Διονύσιος ἀβιώτως ἔχειν, ἐπεχείρησεν αὐτῷ διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης τέκνων ὁ Δίων, οἱ δʼ ἰατροὶ τῷ μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμενοι καιρὸν οὐ παρέσχον·

ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον.

οὐ μὴν ἀλλὰ συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν ὁ

p.14
Δίων ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας,

μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας.[*](εὖ πλεούσας van Herwerden: πλεούσας.)