Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκεῖ δὲ λυπρῶς πράττων καί κακῶς διατρέφων τοὺς μισθοφόρους, ὑπὸ Λεπτίνου καί Πολυπέρχοντος ἀνῃρέθη, χρησαμένων ξιφιδίῳ κατὰ τύχην ᾧ καί Δίωνα πληγῆναί φασιν.

ἐγνώσθη δὲ τῷ μεγέθει (βραχὺ γὰρ ἦν, ὥσπερ τὰ Λακωνικά) καί τῇ κατασκευῇ τῆς τέχνης, εἰργασμένον γλαφυρῶς καί περιττῶς. τοιαύτην μὲν οὖν τίσιν Κάλλιππος ἔδωκε.

τὴν δʼ Ἀριστομάχην καί τὴν Ἀρετήν, ὡς ἀφείθησαν ἐκ τῆς εἱρκτῆς, ἀναλαβὼν Ἱκέτης ὁ Συρακούσιος, εἷς τῶν Δίωνος φίλων γεγονώς, ἐδόκει πιστῶς καί καλῶς περιέπειν.

εἶτα συμπεισθεὶς ὑπὸ τῶν Δίωνος ἐχθρῶν καί παρασκευάσας πλοῖον αὐταῖς, ὡς εἷς Πελοπόννησον ἀποσταλησομέναις, ἐκέλευσε κατὰ πλοῦν ἀποσφάξαντας ἐκβαλεῖν εἷς τὴν θάλασσαν. οἱ δὲ ζώσας ἔτι καταποντισθῆναι λέγουσι, καί τὸ παιδίον μετʼ αὐτῶν.

περιῆλθε δὲ καί τοῦτον ἀξία ποινὴ τῶν τετολμημένων, αὐτός τε γὰρ ὑπὸ Τιμολέοντος ἁλοὺς ἀπέθανε, καί θυγατέρας δύο προσαπέκτειναν αὐτοῦ Δίωνι τιμωροῦντες οἱ Συρακούσιοι, περὶ ὧν ἐν τῷ Τιμολέοντος βίῳ καθʼ ἕκαστα γέγραπται.