Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακουσίους ἐξέδωκεν ὡς ὁ Δίων, ἄπαις γεγονώς, ἔγνωκε τὸν Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς.

ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν.

ἀλλʼ ὁ μὲν Δίων, ὡς ἔοικεν, ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον, ὥς τινα τοῦ

p.118
βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην, δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζ?ῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.

τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα, καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος.