Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐπεὶ δέ, τῶν πρώτων καὶ βελτίστων φίλων τοῦ Δίωνος ἀνηλωμένων ὑπὸ τοῦ πολέμου, καὶ τεθνηκότος
μιαρώτατος ἀνθρώπων γενόμενος καὶ παντάπασιν ἐλπίσας Σικελίαν ἆθλον ἕξειν τῆς ξενοκτονίας, ὡς δέ φασιν ἔνιοι, καὶ τάλαντα προσλαβὼν εἴκοσι τοῦ φόνου μισθὸν παρὰ τῶν πολεμίων, διέφθειρε καὶ παρεσκεύαζέ τινας τῶν ξένων ἐπὶ τόν Δίωνα, κακοηθεστάτην ἀρχὴν καὶ πανουργοτάτην ποιησάμενος.
ἀεὶ γάρ τινας φωνὰς τῶν στρατιωτῶν πρὸς ἐκεῖνον ἢ λελεγμένας ἀληθῶς ἀναφέρων ἢ πεπλασμένας ὑφʼ αὐτοῦ, τοιαύτην ἐξουσίαν ἔλαβε διὰ τὴν πίστιν ὥστʼ ἐντυγχάνειν κρύφα καὶ διαλέγεσθαι μετὰ παρρησίας οἷς βούλοιτο κατὰ τοῦ Δίωνος, αὐτοῦ κελεύοντος, ἵνα μηδὲ εἰς λανθάνῃ τῶν ὑπούλως καὶ δυσμενῶς ἐχόντων.
ἐκ δὲ τούτων συνέβαινε τοὺς μὲν πονηροὺς καὶ νοσοῦντας εὑρίσκειν ταχὺ καὶ συνιστάναι τόν Κάλλιππον, εἰ δέ τις ἀπωσάμενος τοὺς λόγους αὐτοῦ καὶ τὴν πεῖραν ἐξείποι πρὸς τόν Δίωνα, μὴ ταράττεσθαι