Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐπενόει δὲ τὴν μὲν ἄκρατον δημοκρατίαν, ὡς οὐ πολιτείαν, ἀλλὰ παντοπώλιον οὖσαν πολιτειῶν, κατὰ τὸν Πλάτωνα, κωλύειν, Λακωνικὸν δέ τι καὶ Κρητικὸν σχῆμα μιξάμενος ἐκ δήμου καὶ βασιλείας, ἀριστοκρατίαν ἔχον τὴν ἐπιστατοῦσαν καὶ βραβεύουσαν τὰ μέγιστα, καθιστάναι καὶ κοσμεῖν, ὁρῶν καὶ τοὺς Κορινθίους ὀλιγαρχικώτερόν τε πολιτευομένους καὶ μὴ πολλὰ τῶν κοινῶν ἐν τῷ δήμῳ πράττοντας.

ὡς οὖν μάλιστα πρὸς ταῦτα τὸν Ἡρακλείδην ἐναντιώσεσθαι προσεδόκα, καὶ τἆλλα ταραχώδης καὶ εὐμετάθετος καὶ στασιαστικὸς ἦν, οὓς πάλαι βουλομένους αὐτὸν ἐκώλυεν ἀνελεῖν, τούτοις ἐπέτρεψε τότε· καὶ παρελθόντες εἰς τὴν οἰκίαν ἀποκτιννύουσιν αὐτόν.

ἐλύπησε δὲ σφόδρα τοὺς Συρακουσίους ἀποθανών. ὅμως δὲ τοῦ Δίωνος ταφάς τε λαμπρὰς παρασκευάσαντος καὶ μετὰ τοῦ στρατεύματος ἑπομένου προπέμψαντος τὸν νεκρόν, εἶτα διαλεχθέντος αὐτοῖς, συνέγνωσαν ὡς οὐ δυνατὸν ἦν ταρασσομένην παύσασθαι τὴν πόλιν Ἡρακλείδου καὶ Δίωνος ἅμα πολιτευομένων.

p.114

ἦν δέ τις ἑταῖρος τοῦ Δίωνος ἐξ Ἀθηνῶν, Κάλλιππος, ὅν φησιν ὁ Πλάτων οὐκ ἀπὸ παιδείας, ἀλλʼ ἐκ μυσταγωγιῶν καὶ τῆς περιτρεχούσης ἑταιρείας γνώριμον αὐτῷ γενέσθαι καὶ συνήθη, μετασχὼν δὲ τῆς στρατείας καὶ τιμώμενος, ὥστε καὶ συνεισελθεῖν εἰς τὰς Συρακούσας πρῶτος τῶν ἑταίρων ἁπάντων, ἐστεφανωμένος καὶ λαμπρὸς ἐν τοῖς ἀγῶσι καὶ διάσημος.

ἐπεὶ δέ, τῶν πρώτων καὶ βελτίστων φίλων τοῦ Δίωνος ἀνηλωμένων ὑπὸ τοῦ πολέμου, καὶ τεθνηκότος

paris.1624.982
Ἡρακλείδου, τόν τε δῆμον ἑώρα τῶν Συρακουσίων ἔρημον ἡγεμόνος ὄντα καὶ τοὺς στρατιώτας τοὺς μετὰ Δίωνος προσέχοντας αὐτῷ μάλιστα,

μιαρώτατος ἀνθρώπων γενόμενος καὶ παντάπασιν ἐλπίσας Σικελίαν ἆθλον ἕξειν τῆς ξενοκτονίας, ὡς δέ φασιν ἔνιοι, καὶ τάλαντα προσλαβὼν εἴκοσι τοῦ φόνου μισθὸν παρὰ τῶν πολεμίων, διέφθειρε καὶ παρεσκεύαζέ τινας τῶν ξένων ἐπὶ τόν Δίωνα, κακοηθεστάτην ἀρχὴν καὶ πανουργοτάτην ποιησάμενος.