Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα· καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.

οὕτω δὲ τῶν πραγμάτων αὐτῷ προκεχωρηκότων οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα, τῇ μεγαλοψυχίᾳ τὴν δύναμιν ὑπερβαλλόμενος,

ἑαυτὸν δὲ λιτῶς καὶ σωφρόνως ἐκ τῶν τυχόντων διῴκει, θαυμαζόμενος ὅτι, μὴ μόνον Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς

paris.1624.981
Ἑλλάδος ὅλης ἀποβλεπούσης πρὸς αὐτὸν εὐημεροῦντα, καὶ μηδὲν οὕτω μέγα τῶν τότε
p.110
νομιζόντων, μηδʼ ἐπιφανεστέρας περὶ ἄλλον ἡγεμόνα τόλμης καὶ τύχης γεγονέναι δοκούσης,

οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθʼ ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν.