Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Φάρακος δὲ πρὸς Νέᾳ πόλει τῆς Ἀκραγαντίνης στρατοπεδεύοντος, ἐξαγαγὼν τοὺς Συρακουσίους ἐβούλετο μὲν ἐν ἑτέρῳ καιρῷ διαγωνίσασθαι πρὸς αὐτόν, Ἡρακλείδου δὲ καὶ τῶν

p.104
ναυτῶν καταβοώντων ὡς οὐ βούλεται μάχῃ κρῖναι τὸν πόλεμον Δίων, ἀλλʼ ἀεὶ μένοντος ἄρχειν, ἀναγκασθεὶς συνέβαλε καὶ ἡττήθη.

γενομένης δὲ τῆς τροπῆς οὐ βαρείας, ἀλλὰ μᾶλλον ὑφʼ ἑαυτῶν καὶ τοῦ στασιάζειν ταραχθέντων, αὖθις ὁ Δίων παρεσκευάζετο μάχεσθαι καὶ συνέταττε πείθων καὶ παραθαρρύνων.

τῆς δὲ νυκτὸς ἀρχομένης ἀγγέλλεται πρὸς αὐτὸν Ἡρακλείδην ἄραντα τὸν στόλον πλεῖν ἐπὶ Συρακουσῶν, ἐγνωκότα τὴν πόλιν καταλαβεῖν κἀκεῖνον ἀποκλεῖσαι μετὰ τοῦ στρατεύματος,

εὐθὺς οὖν ἀναλαβὼν τοὺς δυνατωτάτους καὶ προθυμοτάτους ἱππάσατο διὰ τῆς νυκτός· καὶ περὶ τρίτην ὥραν τῆς ἡμέρας πρὸς ταῖς πύλαις ἦν, σταδίους κατηνυκὼς ἑπτακοσίους.

Ἡρακλείδης δὲ ταῖς ναυσὶν, ὡς ἁμιλλώμενος

paris.1624.980
ὑστέρησεν, ἀποπλεύσας καὶ πλανώμενος ἐν ταῖς πράξεσιν ἀσκόπως ἐπιτυγχάνει Γαισύλῳ τῷ Σπαρτιάτῃ, φάσκοντι πλεῖν ἐφʼ ἡγεμονίᾳ Σικελιωτῶν ἐκ Λακεδαίμονος, ὡς πρότερόν ποτε Γύλιππος.

ἄσμενος οὖν ἀναλαβὼν τοῦτον τὸν ἄνδρα καὶ περιαψάμενος ὥσπερ ἀλεξιφάρμακον τοῦ Δίωνος ἐπεδείκνυτο τοῖς συμμάχοις· καὶ κήρυκα πέμπων εἰς τὰς Συρακούσας ἐκέλευε δέχεσθαι τὸν Σπαρτιάτην ἄρχοντα τοὺς πολίτας.

ἀποκριναμένου δὲ τοῦ Δίωνος ὡς εἰσὶν ἄρχοντες ἱκανοὶ τοῖς Συρακουσίοις, εἰ δὲ πάντως δέοι καὶ Σπαρτιάτου τοῖς πράγμασιν, αὐτὸς οὗτος εἶναι, κατὰ ποίησιν γεγονὼς Σπαρτιάτης, τὴν μὲν ἀρχὴν ὁ Γαίσυλος ἀπέγνω, πλεύσας δὲ πρὸς τὸν Δίωνα

p.106
διήλλαξε τὸν Ἡρακλείδην ὅρκους δόντα καὶ πίστεις τὰς μεγίστας, αἷς αὐτὸς ὁ Γαισύλος ὤμοσε τιμωρὸς ἔσεσθαι Δίωνι καὶ κολαστὴς Ἡρακλείδου κακοπραγμονοῦντος.