Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοιούτοις χρησάμενος λογισμοῖς ὁ Δίων ἀφῆκε τοὺς περὶ τὸν Ἡρακλείδην.

τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακουσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακουσίων, ἔλαθεν ἀποσταυρώσας τὴν ἀκρόπολιν, ὥστε μεθʼ ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους.

θάψας δὲ τοὺς τεθνηκότας τῶν Συρακουσίων καὶ λυσάμενος τοὺς ἑαλωκότας, δισχιλίων οὐκ

p.102
ἐλάττονας ὄντας, ἐκκλησίαν συνήγαγε.

καὶ παρελθὼν Ἡρακλείδης εἰσηγήσατο γνώμην αὐτοκράτορα στρατηγὸν ἑλέσθαι Δίωνα κατὰ γῆν καὶ θάλασσαν.

ἀποδεξαμένων δὲ τῶν ἀρίστων καὶ χειροτονεῖν κελευόντων ἐθορύβησεν ὁ ναυτικὸς ὄχλος καὶ βάναυσος, ἀχθόμενος ἐκπίπτοντι τῆς ναυαρχίας τῷ Ἡρακλείδῃ, καὶ νομίζων αὐτόν, εἰ καὶ τἆλλα μηδενὸς ἄξιός ἐστι, δημοτικώτερόν γε πάντως εἶναι τοῦ Δίωνος καὶ μᾶλλον ὑπὸ χεῖρα τοῖς πολλοῖς.

ὁ δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας ἐλύπησεν.

ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδης τοὺς συνεκπλεύσαντας μετʼ αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος ὡς τυραννεῖν μέλλοντος· αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου.

καὶ τοῦτο τῶν γνωριμωτάτων Συρακουσίων ὑπονοησάντων, στάσις ἦν ἐν τῷ στρατοπέδῳ καὶ διʼ αὐτὴν ἀπορία καὶ σπάνις ἐν ταῖς Συρακούσαις,

ὥστε παντάπασιν ἀμηχανεῖν τὸν Δίωνα καὶ κακῶς ἀκούειν ὑπὸ τῶν φίλων οὕτω δυσμεταχείριστον ἄνθρωπον καὶ διεφθαρμένον ὑπὸ φθόνου καὶ πονηρίας αὐξήσαντα καθʼ αὑτοῦ τὸν Ἡρακλείδην.