Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλʼ εἴ τις ἀδικούμενος εὐπαραίτητος εἴη καὶ πρᾷος τοῖς ἁμαρτάνουσι·

βούλεσθαι δʼ Ἡρακλείδου μὴ τοσοῦτον δυνάμει καὶ φρονήσει

paris.1624.979
κρατῶν ὅσον χρηστότητι καὶ δικαιοσύνῃ φανῆναι· τὸ γὰρ ἀληθῶς βέλτιον ἐν τούτοις·

αἱ δὲ τοῦ πολέμου κατορθώσεις, εἰ καὶ ἀνθρώπων μηδένα, τήν γε τύχην διαμφισβητοῦσαν ἔχουσιν.

εἰ δʼ Ἡρακλείδης ἄπιστος καὶ κακὸς διὰ φθόνον, οὔ τοι καὶ Δίωνα δεῖν θυμῷ διαφθεῖραι τήν ἀρετήν· τὸ γὰρ ἀντιτιμωρεῖσθαι τοῦ προαδικεῖν νόμῳ δικαιότερον ὡρίσθαι, φύσει γινόμενον ἀπὸ μιᾶς ἀσθενείας.

ἀνθρώπου δὲ κακίαν, εἰ καὶ χαλεπόν ἐστιν, οὐχ οὕτως ἄγριον εἶναι παντάπασι καὶ δύσκολον ὥστε μὴ μεταβάλλειν χάριτι νικηθεῖσαν ὑπὸ τῶν πολλάκις εὖ ποιούντων.

τοιούτοις χρησάμενος λογισμοῖς ὁ Δίων ἀφῆκε τοὺς περὶ τὸν Ἡρακλείδην.

τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακουσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακουσίων, ἔλαθεν ἀποσταυρώσας τὴν ἀκρόπολιν, ὥστε μεθʼ ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους.