Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

κύκλῳ γὰρ ὑπὸ τῆς φλογὸς περιελάμποντο τὰς οἰκίας περινεμομένης· καὶ διαπύροις ἐπιβαίνοντες ἐρειπίοις καὶ καταφερομένοις ἀπορρήγμασι μεγάλοις ὑποτρέχοντες ἐπισφαλῶς, καὶ πολὺν ὁμοῦ καπνῷ διαπορευόμενοι κονιορτόν, ἐπειρῶντο συνέχειν καὶ μὴ διασπᾶν τὴν τάξιν.

ὡς δὲ προσέμιξαν τοῖς πολεμίοις, ἐν χερσὶ μὲν

p.98
ὀλίγων πρὸς ὀλίγους ἐγίνετο μάχη διὰ τὴν στενότητα καὶ τὴν ἀνωμαλίαν τοῦ τόπου, κραυγῇ δὲ καὶ προθυμίᾳ τῶν Συρακουσίων ἐπιρρωσάντων ἐβιάσθησαν οἱ περὶ τὸν Νύψιον.

καὶ τὸ μὲν πλεῖστον αὐτῶν εἰς τὴν ἀκρόπολιν ἐγγὺς οὖσαν ἀναφεῦγον ἐσῴζετο· τοὺς δʼ ἀπολειφθέντας ἔξω καὶ διασπαρέντας ἀνῄρουν οἱ ξένοι διώκοντες.

ἀπόλαυσιν δὲ τῆς νίκης ἐν τῷ παραυτίκα καὶ χαρὰν καὶ περιβολὰς ἔργῳ τηλικούτῳ πρεπούσας οὐ παρέσχεν ὁ καιρός, ἐπὶ τὰς οἰκίας τραπομένων τῶν Συρακουσίων καὶ τὸ πῦρ μόλις ἐν τῇ νυκτὶ κατασβεσάντων.

ἡμέρα δʼ ὡς ἦν, τῶν μὲν ἄλλων οὐδεὶς ὑπέμεινε δημαγωγῶν, ἀλλὰ καταγνόντες ἑαυτῶν ἔφυγον, Ἡρακλείδης δὲ καὶ Θεοδότης αὐτοὶ κομίσαντες ἑαυτοὺς τῷ Δίωνι παρέδωκαν, ἀδικεῖν ὁμολογοῦντες καὶ δεόμενοι βελτίονος ἐκείνου τυχεῖν γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον·

πρέπειν δὲ Δίωνι τήν ἄλλην ἅπασαν ἀρετὴν ἀσύγκριτον ἔχοντι καὶ πρὸς ὀργὴν κρείττονι φανῆναι τῶν ἠγνωμονηκότων, οἳ περὶ οὗ πρότερον ἐστασίασαν πρὸς αὐτόν νῦν ἥκουσιν ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντες.

ταῦτα τῶν περὶ τὸν Ἡρακλείδην δεομένων οἱ μὲν φίλοι παρεκελεύοντο τῷ Δίωνι μὴ φείδεσθαι κακῶν καὶ βασκάνων ἀνθρώπων, ἀλλὰ καὶ τοῖς στρατιώταις χαρίσασθαι τὸν Ἡρακλείδην καὶ τοῦ πολιτεύματος ἐξελεῖν δημοκοπίαν, ἐπιμανὲς νόσημα, τυραννίδος οὐκ ἔλαττον.

ὁ δὲ Δίων παραμυθούμενος αὐτοὺς ἔλεγεν ὡς τοῖς

p.100
μὲν ἄλλοις στρατηγοῖς πρὸς ὅπλα καὶ πόλεμον ἡ πλείστη τῆς ἀσκήσεώς ἐστιν, αὐτῷ δὲ πολὺν χρόνον ἐν Ἀκαδημείᾳ μεμελέτηται θυμοῦ περιεῖναι καὶ φθόνου καὶ φιλονεικίας πάσης·

ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλʼ εἴ τις ἀδικούμενος εὐπαραίτητος εἴη καὶ πρᾷος τοῖς ἁμαρτάνουσι·