Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

παυσαμένων δὲ τούτων σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο.

μικρὸν οὖν ἀναλαβὼν ἐκ τοῦ πάθους ἑαυτὸν ὁ Δίων, ἂνδρες, ἔφη, Πελοποννήσιοι καὶ σύμμαχοι, βουλευσομένους ὑμᾶς ἐνταῦθα περὶ ὑμῶν αὐτῶν συνήγαγον.

ἐμοὶ δὲ περὶ ἐμαυτοῦ βουλεύεσθαι καλῶς οὐκ ἔχει

paris.1624.977
Συρακουσῶν ἀπολλυμένων, ἀλλʼ εἰ σῶσαι μὴ δυναίμην, ἄπειμι τῷ πυρὶ καὶ τῷ πτώματι τῆς πατρίδος ἐνταφησόμενος.

ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν τοῖς ἀβουλοτάτοις ἡμῖν καὶ δυστυχεστάτοις, ὑμέτερον ἔργον οὖσαν ὀρθοῦτε τὴν Συρακουσίων πόλιν·

εἰ δὲ μεμφόμενοι Συρακουσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος.

ἔτι δʼ αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακουσίων περιβαλόντες ἠσπάσαντο πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι.

p.92

καταστάντος δὲ τὸν θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.