Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκ τούτου καταπλέουσιν εἰς τὴν πόλιν παρὰ Διονυσίου τριήρεις Νύψιον ἄγουσαι τὸν

paris.1624.976
Νεαπολίτην, σῖτον καὶ χρήματα κομίζοντα τοῖς πολιορκουμένοις.

γενομένης δὲ ναυμαχίας ἐνίκων μὲν οἱ Συρακούσιοι καὶ τέσσαρας τῶν τυραννικῶν νεῶν ἔλαβον, ὑβρίσαντες δὲ τῇ νίκῃ, καὶ διʼ ἀναρχίαν τὸ χαῖρον εἰς πότους καὶ συνουσίας μανικὰς τρέψαντες, οὕτω τῶν χρησίμων ἠμέλησαν ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντες ἤδη καὶ τὴν πόλιν προσαπέβαλον.

ὁ γὰρ Νύψιος ὁρῶν οὐδὲν ὑγιαῖνον ἐν τῇ πόλει μέρος, ἀλλὰ τὸν μὲν ὄχλον αὐλήμασι καὶ μέθαις εἰς νύκτα βαθεῖαν ἀφʼ ἡμέρας κατεχόμενον, τοὺς δὲ στρατηγοὺς ἐπιτερπομένους τε τούτῳ τῷ πανηγυρισμῷ καὶ προσάγειν ἀνάγκην μεθύουσιν ἀνθρώποις ὀκνοῦντας,

ἄριστα τῷ καιρῷ χρησάμενος ἐπεχείρησε τῷ τειχίσματι καὶ κρατήσας καὶ διαθρύψας ἐφῆκε τοὺς βαρβάρους, κελεύσας χρῆσθαι τοῖς προστυγχάνουσιν ὡς βούλονται καὶ δύνανται.

ταχέως μὲν οὖν οἱ Συρακούσιοι τὸ κακὸν ᾔσθοντο, βραδέως δὲ καὶ χαλεπῶς συνεβοήθουν ἐκπεπληγμένοι.

πόρθησις γὰρ ἦν τὰ γινόμενα τῆς πόλεως, τῶν μὲν ἀνδρῶν φονευομένων, τῶν δὲ τειχῶν κατασκαπτομένων, γυναικῶν δὲ καὶ παίδων ἀγομένων εἰς τὴν ἀκρόπολιν μετʼ οἰμωγῆς, ἀπεγνωκότων δὲ τὰ πράγματα τῶν στρατηγῶν καὶ χρῆσθαι μὴ δυναμένων τοῖς πολίταις πρὸς τοὺς πολεμίους ἀναπεφυρμένους καὶ συμμεμιγμένους αὐτοῖς πανταχόθεν.

p.88