Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τούτῳ δὲ γεγονὼς ἀνάγκης καὶ τύχης ὁ Δίων ἢ μάχεσθαι τοῖς πολίταις ἢ μετὰ τῶν ξένων ἀποθανεῖν, πολλὰ μὲν ἱκέτευεν ὀρέγων τὰς χεῖρας τοῖς Συρακουσίοις καὶ τὴν ἀκρόπολιν

p.84
περίπλεων πολεμίων οὖσαν ὑπερφαινομένων τὰ τείχη καὶ τὰ γενόμενα καθορώντων ἐπιδεικνύμενος·

ὡς δʼ ἦν ἀπαραίτητος ἡ τῶν πολλῶν φορά καὶ κατεῖχεν ὥσπερ ἐν πελάγει τὸ τῶν δημαγωγῶν πνεῦμα τὴν πόλιν, ἐμβολῆς μὲν ἀποσχέσθαι τοῖς ξένοις προσέταξεν, ὅσον δʼ ἐπιδραμόντων μετὰ βοῆς καὶ τοῖς ὅπλοις τιναξαμένων οὐδεὶς ἔμεινε τῶν Συρακουσίων, ἀλλʼ ᾤχοντο φεύγοντες ἀνὰ τὰς ἀγυιάς, οὐδενὸς ἐπιδιώκοντος· εὐθὺς γὰρ ἀπέστρεψεν ὁ Δίων τοὺς ξένους καὶ προῆγεν εἰς Λεοντίνους.

οἱ δʼ ἄρχοντες τῶν Συρακουσίων καταγέλαστοι γεγονότες ὑπὸ τῶν γυναικῶν, καὶ τὴν αἰσχύνην ἀναλαβεῖν ζητοῦντες,

αὖθις ὁπλίσαντες τοὺς πολίτας ἐδίωκον τὸν Δίωνα, καὶ κατέλαβον μὲν ἐπὶ διαβάσει τινὸς ποταμοῦ καὶ προσίππευσαν ἁψιμαχοῦντες· ὡς δʼ ἑώρων οὐκέτι πρᾴως οὐδὲ πατρικῶς ὑπομένοντα τὰς ἁμαρτίας αὐτῶν, ἀλλὰ θυμῷ τοὺς ξένους ἐπιστρέφοντα καὶ παραταττόμενον, αἰσχίονα φυγὴν τῆς προτέρας φυγόντες ὑπεχώρησαν εἰς τὴν πόλιν, οὐ πολλῶν ἀποθανόντων.