Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

συνηγορῶν δὲ τούτῳ καὶ τὸν Δίωνα καταστασιάζων ἐναντιούμενον ἔπεισε τοὺς Συρακουσίους ταῦτά ψηφίσασθαι καὶ τῶν ξένων τὸν μισθὸν ἀποστερεῖν καὶ στρατηγοὺς ἑτέρους ἑλέσθαι, τῆς ἐκείνου βαρύτητος ἀπαλλαγέντας.

οἱ δʼ, ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας τῆς τυραννίδος εὐθὺς ἐπιχειροῦντες ἐξανίστασθαι, καὶ πράττειν τὰ τῶν αὐτονομουμένων

paris.1624.975
παρὰ καιρόν, ἐσφάλλοντο μὲν αὐτοὶ ταῖς πράξεσιν, ἐμίσουν δὲ τὸν Δίωνα βουλόμενον ὥσπερ ἰατρὸν ἐν ἀκριβεῖ καὶ σωφρονούσῃ διαίτῃ κατασχεῖν τὴν πόλιν.

ἐκκλησιάζουσι δʼ αὐτοῖς ἐπὶ νέαις ἀρχαῖς, θέρους μεσοῦντος, ἐξαίσιοι βρονταὶ καὶ διοσημίαι πονηραὶ συνέβαινον ἐφʼ ἡμέρας δεκαπέντε συνεχῶς, ἀνιστᾶσαι τὸν δῆμον ὑπὸ

p.82
δεισιδαιμονίας κωλυόμενον ἑτέρους ἀποδεῖξαι στρατηγούς.

ἐπεὶ δὲ φυλάξαντες εὐδίαν σταθερὰν οἱ δημαγωγοὶ συνετέλουν τὰς ἀρχαιρεσίας, βοῦς ἁμαξεὺς οὐκ ἀήθης οὐδʼ ἄπειρος ὄχλων, ἄλλως δέ πως τότε πρὸς τὸν ἐλαύνοντα θυμωθεὶς καὶ φυγὼν ἀπὸ τοῦ ζυγοῦ, δρόμῳ πρὸς τὸ θέατρον ὥρμησε·