Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

μετὰ δὲ τὴν Φιλίστου τελευτὴν Διονύσιος ἔπεμπε πρὸς Δίωνα τὴν μὲν ἀκρόπολιν ἐκείνῳ παραδιδοὺς καὶ τὰ ὅπλα καὶ τοὺς μισθοφόρους καὶ πέντε μηνῶν ἐντελῆ τούτοις μισθόν,

αὐτὸς δὲ ἀξιῶν ὑπόσπονδος εἰς Ἰταλίαν ἀπελθεῖν

p.80
κἀκεῖ κατοικῶν καρποῦσθαι τῆς Συρακουσίας τὸν καλούμενον Γύαρτα, πολλὴν καὶ ἀγαθὴν χώραν ἀνήκουσαν ἀπὸ θαλάττης εἰς τὴν μεσόγειον.

οὐ προσδεξαμένου δὲ τοῦ Δίωνος, ἀλλὰ δεῖσθαι τῶν Συρακουσίων κελεύσαντος, οἱ μὲν Συρακούσιοι ζῶντα λήψεσθαι τὸν Διονύσιον ἐλπίσαντες ἀπήλασαν τοὺς πρέσβεις,

ἐκεῖνος δὲ τὴν μὲν ἄκραν Ἀπολλοκράτει, τῷ πρεσβυτέρῳ τῶν παίδων, παρέδωκεν, αὐτὸς δὲ πνεῦμα τηρήσας ἐπίφορον καὶ τὰ τιμιώτατα τῶν σωμάτων καὶ τῶν χρημάτων ἐνθέμενος εἰς τὰς ναῦς λαθὼν τὸν ναύαρχον Ἡρακλείδην ἐξέπλευσεν.