Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἅμα δʼ οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον ἢ καταφορᾶς γεγενημένον.

αἱ μὲν γὰρ ὑπὸ ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς, ὑπʼ ἀλγηδόνος ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος.

ἧκον δέ τινες τῶν γνωρίμων ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν, καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθʼ ὁδὸν ἀπαντῆσαι τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους ὡς ἀρτίως ὑπʼ ἐκείνων τετρωμένος·

εὐθὺς οὖν διώκοντες ἄνθρωπον μὲν οὐδένα λαβεῖν, ὑπὸ πέτραν δὲ κοίλην κείμενον ἰδεῖν ξυρὸν, ὅθεν ἐκεῖνος ὤφθη προσερχόμενος.

ἦν μὲν οὖν ἤδη μοχθηρὰ τὰ περὶ τὸν

p.76
Σῶσιν προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων ὡς ἔτι νυκτὸς ἐξέλθοι μόνος ἔχων τὸ ξυρόν, οἵ τε κατηγοροῦντες τοῦ Δίωνος ὑπεχώρησαν ὅ τε δῆμος καταψηφισάμενος θάνατον τοῦ Σώσιδος διηλλάσσετο τῷ Δίωνι.