Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀναγινωσκομένων δὲ τούτων οὐχ, ὅπερ ἦν δίκαιον, εἰσῄει τοὺς Συρακοσίους ἐκπλήττεσθαι τὴν ἀπάθειαν καὶ τὴν μεγαλοψυχίαν

p.70
τοῦ Δίωνος ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀπισχυριζομένου πρὸς τοιαύτας οἰκειότητας,

ἀλλʼ ὑποψίας καὶ φόβου λαβόντες ἀρχήν, ὡς μεγάλης οὔσης ἀνάγκης ἐκείνῳ φείδεσθαι τοῦ τυράννου, πρὸς ἑτέρους ἤδη προστάτας ἀπέβλεπον καὶ μάλιστα πυνθανόμενοι καταπλεῖν Ἡρακλείδην ἀνεπτοήθησαν.

ἦν δὲ τῶν φυγάδων Ἡρακλείδης, στρατηγικὸς μέν ἄνθρωπος καὶ γνώριμος ἀφʼ ἡγεμονίας ἣν ἔσχε παρὰ τοῖς τυράννοις, οὐκ ἀραρὼς δὲ τὴν γνώμην, ἀλλὰ πρὸς πάντα κοῦφος, ἥκιστα δὲ βέβαιος ἐν κοινωνίᾳ πραγμάτων ἀρχὴν ἐχόντων καὶ δόξαν.

οὗτος ἐν Πελοποννήσῳ πρὸς Δίωνα στασιάσας ἔγνω καθʼ αὑτὸν ἰδιόστολος πλεῖν ἐπὶ τὸν τύραννον, εἴς τε Συρακούσας ἀφικόμενος ἑπτὰ τριήρεσι καὶ τρισὶ πλοίοις Διονύσιον μέν αὖθις εὗρε περιτετειχισμένον, ἐπηρμένους δὲ τοὺς Συρακουσίους.

εὐθὺς οὖν ὑπεδύετο τὴν τῶν πολλῶν χάριν, ἔχων μέν τι καὶ φύσει πιθανὸν καὶ κινητικὸν ὄχλου θεραπεύεσθαι ζητοῦντος, ὑπολαμβάνων δὲ καὶ μετάγων ῥᾷον αὐτούς, οἳ τὸ σεμνὸν τοῦ Δίωνος ὡς βαρὺ καὶ δυσπολίτευτον ἀπεστρέφοντο διὰ τὴν γεγενημένην ἐκ τοῦ κρατεῖν ἄνεσιν καὶ θρασύτητα, πρὸ τοῦ δῆμος εἶναι τὸ δημαγωγεῖσθαι θέλοντες.