Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δʼ ἦν μὲν ἤδη βαρύτερος διʼ ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας, ἀλκῇ δὲ καὶ θυμῷ τούς[*](τοὺς the article is suggested by Sintenis.) προσφερομένους ὑφιστάμενος καὶ ἀνακόπτων τιτρώσκεται λόγχῃ τὴν χεῖρα, πρὸς δὲ τὰ ἄλλα βέλη καὶ τὰς ἐκ χειρὸς πληγὰς μόλις ὁ θώραξ ἤρκεσε διὰ τῆς ἀσπίδος δόρασι πολλοῖς καὶ λόγχαις τυπτόμενος ὧν κατακλασθέντων κατέπεσεν ὁ Δίων.

εἶτα ἀναρπασθεὶς ὑπὸ τῶν στρατιωτῶν ἐκείνοις μὲν ἡγεμόνα Τιμωνίδην ἐπέστησεν, αὐτὸς δὲ τὴν πόλιν ἵππῳ περιελαύνων τούς τε Συρακουσίους ἔπαυε φυγῆς, καὶ τῶν ξένων τούς φυλάττοντας τὴν Ἀχραδινὴν ἀναστήσας ἐπῆγε τοῖς βαρβάροις ἀκμῆτας ἐκπεπονημένοις καὶ προθύμους ἀπαυδῶσιν ἤδη πρὸς τὴν πεῖραν.

ἐλπίσαντες γὰρ ἅμα τῇ πρώτῃ ῥύμῃ τὴν πόλιν ἅπασαν ἐξ ἐπιδρομῆς καθέξειν, εἶτα παρὰ δόξαν ἐντυγχάνοντες ἀνδράσι πλήκταις καὶ μαχίμοις ἀνεστέλλοντο πρὸς τὴν ἀκρόπολιν.

ἔτι δὲ μᾶλλον, ὡς ἐνέδωκαν, ἐπικειμένων τῶν Ἑλλήνων τραπόμενοι κατεκλείσθησαν εἰς τὸ τεῖχος, ἑβδομήκοντα μὲν καὶ τέσσαρας ἀποκτείναντες τῶν μετὰ Δίωνος, ἑαυτῶν δὲ πολλοὺς ἀποβαλόντες,

p.68

γενομένης δὲ λαμπρᾶς τῆς νίκης οἱ μὲν Συρακούσιοι τοὺς ξένους ἑκατὸν μναῖς ἐστεφάνωσαν, οἱ δὲ ξένοι Δίωνα χρυσῷ στεφάνῳ.