Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα,

ταύτην, οὔπω τῆς τυραννίδος

paris.1624.959
ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφʼ αἷς προήκατο τὸν βίον ἑκουσίως.

Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός.

λέγεται δʼ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.

καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης· ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος.

ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.