Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον ὅτι δʼ ἡλιοτρόπιον ἦν ἐφʼ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν.

ἐκ τούτου τὰς μὲν Ἐπιπολὰς ἑλὼν τοὺς καθειργμένους τῶν πολιτῶν ἔλυσε, τὴν δὲ ἀκρόπολιν ἀπετείχισεν.

ἑβδόμῃ δʼ ἡμέρᾳ

paris.1624.971
Διονύσιος κατέπλευσεν εἰς τὴν ἀκρόπολιν, καὶ Δίωνι προσῆγον ἅμαξαι πανοπλίας ἃς Συνάλῳ κατέλιπε.

ταύτας διένειμε τοῖς πολίταις, τῶν δʼ ἄλλων ἕκαστος ἑαυτὸν, ὡς δυνατὸν ἦν, ἐκόσμει καὶ παρεῖχεν ὁπλίτην πρόθυμον.