Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δʼ ἐν τῇ πόλει Συρακουσίων οἱ μὲν γνώριμοι καὶ χαρίεντες ἐσθῆτα καθαρὰν ἔχοντες ἀπήντων ἐπὶ τάς πύλας, οἱ δὲ πολλοὶ τοῖς τυράννου φίλοις ἐπετίθεντο καὶ συνήρπαζον τοὺς καλουμένους προσαγωγίδας, ἀνθρώπους ἀνοσίους καὶ θεοῖς ἐχθρούς, οἳ περιενόστουν ἐν τῇ πόλει καταμεμιγμένοι τοῖς Συρακουσίοις πολυπραγμονοῦντες καὶ διαγγέλλοντες τῷ τυράννῳ τάς τε διανοίας καὶ τάς φωνὰς ἑκάστων,

οὗτοι μὲν οὖν πρῶτοι δίκην ἐδίδοσαν ὑπὸ τῶν προστυγχανόντων ἀποτυμπανιζόμενοι Τιμοκράτης δὲ συμμῖξαι τοῖς φρουροῦσι τὴν ἀκρόπολιν μὴ δυνηθείς ἵππον λαβὼν διεξέπεσε τῆς πόλεως καὶ πάντα φεύγων ἐνέπλησε φόβου καὶ ταραχῆς, ἐπὶ μεῖζον αἴρων τὰ τοῦ Δίωνος, ὡς μὴ δοκοίη μέτριόν τι δείσας ἀποβεβληκέναι τὴν πόλιν.

ἐν τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν, πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρʼ αὐτὸν ἔνθεν μὲν ὁ ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος ὁ Ἀθηναῖος, ἐστεφανωμένοι.

τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δʼ ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακουσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας διʼ ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.