Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Διονύσιος μὲν οὖν ὀψὲ καὶ παρʼ ἑτέρων ἔμελλε πυνθάνεσθαι τὸν ἐν Σικελίᾳ πόλεμον, Δίωνι δὲ πορευομένῳ Καμαριναῖοί τε προσέθεντο καὶ τῶν κατʼ ἀγροὺς Συρακουσίων ἀνισταμένων ἐπέρρει πλῆθος οὐκ ὀλίγον.

οἱ δὲ μετὰ Τιμοκράτους τὰς Ἐπιπολὰς φυλάσσοντες Λεοντῖνοι καὶ Καμπανοί, λόγον ψευδῆ προσπέμψαντος εἰς αὐτοὺς τοῦ Δίωνος ὡς ἐπὶ τὰς πόλεις πρῶτον

paris.1624.970
τρέποιτο τὰς ἐκείνων, ἀπολιπόντες ᾤχοντο τὸν Τιμοκράτην τοῖς οἰκείοις βοηθήσοντες.

ὡς δʼ ἀπηγγέλη ταῦτα πρὸς τὸν Δίωνα περὶ τὰς Ἄκρας στρατοπεδεύοντα, νυκτὸς ἔτι τοὺς στρατιώτας ἀναστήσας πρὸς τὸν Ἄναπον ποταμὸν ἧκεν, ἀπέχοντα τῆς πόλεως δέκα σταδίους.

ἐνταῦθα δὲ τὴν πορείαν ἐπιστήσας ἐσφαγιάζετο πρὸς τὸν ποταμόν, ἀνατέλλοντι τῷ ἡλίῳ προσευξάμενος· ἅμα δʼ οἱ μάντεις παρὰ τῶν θεῶν νίκην ἔφραζον αὐτῷ. καὶ θεασάμενοι τὸν Δίωνα διὰ τὴν θυσίαν ἐστεφανωμένον οἱ παρόντες ἀπὸ μιᾶς ὁρμῆς ἐστεφανοῦντο πάντες.

ἦσαν δὲ πεντακισχιλίων οὐκ ἐλάττους προσγεγονότες κατὰ τὴν ὁδόν ὡπλισμένοι δὲ φαύλως ἐκ τοῦ προστυχόντος ἀνεπλήρουν τῇ προθυμίᾳ τὴν τῆς παρασκευῆς ἔνδειαν, ὥστε κινήσαντος τοῦ Δίωνος δρόμῳ χωρεῖν μετὰ χαρᾶς καὶ βοῆς ἀλλήλους παρακαλοῦντας ἐπὶ τὴν ἐλευθερίαν.

p.60