Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

μάλιστα δʼ αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου· νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν.

διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας

p.56
ἀναλαμβάνειν πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλʼ ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας.

ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς, ὅταν ᾖ καιρὸς, ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας.

πορευομένῳ δʼ αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖς διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτους Γελῷοι.

ταχὺ δὲ τῆς φήμης διαδραμούσης εἰς Συρακούσας Τιμοκράτης, ὁ τῇ Δίωνος γυναικὶ συνοικῶν, Διονυσίου δʼ ἀδελφῇ, τῶν ἀπολελειμμένων ἐν τῇ πόλει φίλων προεστώς, ἐκπέμπει κατὰ τάχος ἄγγελον τῷ Διονυσίῳ γράμματα κομίζοντα περὶ τῆς Δίωνος ἀφίξεως.