Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη, καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν λογιζομένοις τὰς ἐκλειπτικὰς περιόδους καὶ τὴν γινομένην τοῦ σκιάσματος ἀπάντησιν πρὸς τὴν σελήνην καὶ τῆς γῆς τὴν ἀντίφραξιν πρὸς τὸν ἥλιον.

ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μιλτᾶς ὁ μάντις ἐν μέσῳ καταστὰς ἐκέλευε θαρρεῖν αὐτοὺς καὶ προσδοκᾶν

p.50
τὰ κράτιστα· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν·

ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος, ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας.

τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι.