Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δʼ ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδʼ

p.46
ὁπλίτας μηδʼ ἵππους, ἀλλʼ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον.

ταῦτα τῶν περὶ Σπεύσιππον ἀγγελλόντων ἐπιρρωσθεὶς ἐξενολόγει κρύφα καὶ διʼ ἑτέρων ἐπικρυπτόμενος τὴν διάνοιαν.

συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.

συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς.

τῶν δʼ ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δʼ ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.

ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.

οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις· καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον.

ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ

p.48
στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι Συρακουσίων καὶ τῶν ἄλλων Σικελιωτῶν πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν.

ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δʼ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν·

καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία, θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους ὅτι παρηκμακὼς ἀνὴρ ἤδη καὶ τοσαύτης εὐπορίας κύριος οὐκ ἂν ἐπιχειροίη παραβόλοις

paris.1624.968
πράγμασι χωρὶς ἐλπίδος βεβαίου καὶ φίλων ἐνδιδόντων ἐκεῖθεν αὐτῷ τὰς πλείστας καὶ μεγίστας ἀφορμάς.