Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δὲ Δίων ἐντεῦθεν ἤδη τρέπεται πρὸς πόλεμον, αὐτοῦ μὲν Πλάτωνος ἐκποδὼν ἱσταμένου διʼ αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας, Σπευσίππου δὲ καὶ τῶν ἄλλων ἑταίρων τῷ Δίωνι συλλαμβανόντων καὶ παρακελευομένων ἐλευθεροῦν Σικελίαν χεῖρας ὀρέγουσαν αὐτῷ καὶ προθύμως ὑποδεχομένην.

ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον, ὡς ἔοικε, μᾶλλον ἀναμιγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν,

καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δʼ ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδʼ

p.46
ὁπλίτας μηδʼ ἵππους, ἀλλʼ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον.

ταῦτα τῶν περὶ Σπεύσιππον ἀγγελλόντων ἐπιρρωσθεὶς ἐξενολόγει κρύφα καὶ διʼ ἑτέρων ἐπικρυπτόμενος τὴν διάνοιαν.

συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.

συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς.

τῶν δʼ ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δʼ ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.

ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.