Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Δίων δὲ καὶ τούτοις ἐχαλέπαινε, καὶ μετʼ ὀλίγον χρόνον ἐξεπολεμώθη παντάπασι πυθόμενος τὸ περὶ τὴν γυναῖκα, περὶ οὗ καὶ Πλάτων ᾐνίξατο γράφων πρὸς Διονύσιον, ἦν δὲ τοιοῦτον.

μετὰ τὴν ἐκβολὴν τοῦ Δίωνος ἀποπέμπων Πλάτωνα Διονύσιος ἐκέλευσεν αὐτοῦ διʼ ἀπορρήτων πυθέσθαι, μή τι κωλύοι τὴν γυναῖκα πρὸς γάμον ἑτέρῳ δοθῆναι·

καὶ γὰρ ἦν λόγος, εἴτʼ ἀληθὴς εἴτε συντεθεὶς ὑπὸ τῶν Δίωνα μισούντων, ὡς οὐ καθʼ ἡδονὴν ὁ γάμος εἴη Δίωνι γεγονὼς οὐδʼ εὐάρμοστος ἡ πρὸς τὴν γυναῖκα συμβίωσις.

ὡς οὖν ἧκεν ὁ Πλάτων Ἀθήναζε καὶ τῷ Δίωνι περὶ πάντων ἐνέτυχε, γράφει πρὸς τὸν τύραννον ἐπιστολήν τὰ μὲν ἄλλα σαφῶς πᾶσιν, αὐτὸ δὲ τοῦτο μόνῳ γνώριμον ἐκείνῳ φράζουσαν, ὡς διαλεχθείη Δίωνι περὶ τοῦ πράγματος ἐκείνου καὶ σφόδρα δῆλος εἴη χαλεπαίνων, εἰ τοῦτο Διονύσιος ἐξεργάσαιτο.