Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα.

προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους, εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες.

ὃ δὲ πάντων θαυμασιώτατον, ὅτι καὶ τὸ δαιμόνιον ἀμφοτέροις ὑπεδήλωσε τὴν τελευτήν, ὁμοίως ἑκατέρῳ φάσματος εἰς ὄψιν οὐκ εὐμενοῦς παραγενομένου.

καίτοι λόγος τίς ἐστι τῶν ἀναιρούντων τὰ τοιαῦτα, μηδενὶ ἂν νοῦν ἔχοντι προσπεσεῖν φάντασμα δαίμονος μηδὲ εἴδωλον, Ἀλλὰ παιδάρια καὶ γύναια καὶ παραφόρους διʼ ἀσθένειαν ἀνθρώπους ἔν τινι πλάνῳ ψυχῆς ἢ δυσκρασίᾳ σώματος γενομένους δόξας ἐφέλκεσθαι κενὰς καὶ ἀλλοκότους, δαίμονα πονηρὸν ἐν αὑτοῖς τὴν δεισιδαιμονίαν[*](τὴν δεισιδαιμονίαν Coraës and Bekker, instead of the εἶναι δεισιδαιμονίαν of the MSS.: δεισιδαιμονίαν.) ἔχοντας.

εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδʼ εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον, ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα,

προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.

ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον. ἐν τούτῳ δέ,

p.6
δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.