Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

χρόνου δὲ προϊόντος ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις.

βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων.

φιλοτιμούμενος δὲ τῷ διαλέγεσθαι περιεῖναι πάντων, ἠναγκάζετο τοῖς Πλάτωνος παρακούσμασι κακῶς χρῆσθαι.

καὶ πάλιν ἐκεῖνον ἐπόθει, καὶ κατεγίνωσκεν αὐτός αὑτοῦ μὴ χρησάμενος παρόντι μηδὲ διακούσας ὅσα καλῶς εἶχεν.

οἷα δὲ τύραννος ἔμπληκτος ἀεὶ ταῖς ἐπιθυμίαις καὶ πρὸς πᾶσαν ὀξύρροπος σπουδήν, εὐθὺς ὥρμησεν ἐπὶ τὸν Πλάτωνα, καὶ πᾶσαν μηχανὴν αἴρων, συνέπεισε τοὺς περὶ Ἀρχύταν Πυθαγορικοὺς τῶν ὁμολογουμένων ἀναδόχους γενομένους καλεῖν Πλάτωνα· διʼ ἐκείνου γὰρ αὐτοῖς ἐγεγόνει φιλία καὶ ξενία τὸ πρῶτον.

οἱ δʼ ἔπεμψαν Ἀρχέδημον παρʼ αὐτόν· ἔπεμψε δὲ καὶ Διονύσιος τριήρη καὶ φίλους δεησομένους τοῦ Πλάτωνος·

αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα.

πολλαὶ δʼ ἀφίκοντο πρὸς Δίωνα παρὰ τῆς ἀδελφῆς καὶ γυναικὸς ἐπισκήψεις, δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ καὶ μὴ πρόφασιν παρασχεῖν.

οὕτω

p.38
μὲν δή φησιν ὁ Πλάτων ἐλθεῖν τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ Σκύλλαν,[*](Σκύλλαν as in Plato, Epist. vii. p. 346; Coraës retains the Σικελίαν of the MSS.)
ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσειε Χάρυβδιν.