Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐφʼ οἷς εὔνοια παρὰ πάντων ἐγίνετο καὶ ζῆλος αὐτῷ τιμαί τε δημόσιαι καὶ ψηφίσματα παρὰ τῶν πόλεων.

Λακεδαιμόνιοι δὲ καὶ Σπαρτιάτην αὐτὸν ἐποιήσαντο, τῆς Διονυσίου καταφρονήσαντες ὀργῆς, καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος.

λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν ἦν δέ, ὡς ἔοικε, τῶν πλουσίων τις καὶ δυνατῶν ὁ Πτοιόδωρος·

ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν ὁ Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους δυσχεραίνοντας καὶ ἀγανακτοῦντας,

p.36
τί τοῦτον ἔφη, μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν.

χρόνου δὲ προϊόντος ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις.

βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων.