Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατʼ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.

ταῦτα ἐπειρᾶτο ποιεῖν Πλάτων, καὶ Δίωνα τρέψας ἐπὶ φιλοσοφίαν ἐν Ἀκαδημείᾳ συνεῖχεν.

ᾤκει μὲν οὖν ἐν ἄστει παρὰ Καλλίππῳ τινὶ τῶν γνωρίμων, ἀγρὸν δὲ διαγωγῆς

p.34
χάριν ἐκτήσατο, καὶ τοῦτον ὕστερον εἰς Σικελίαν πλέων Σπευσίππῳ δωρεὰν ἔδωκεν,

ᾧ μάλιστα τῶν Ἀθήνησι φίλων ἐχρῆτο καὶ συνδιῃτᾶτο, βουλομένου τοῦ Πλάτωνος ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ παιδιᾶς ἐμμελοῦς κατὰ καιρὸν ἁπτομένῃ κεραννύμενον ἀφηδύνεσθαι τοῦ Δίωνος τὸ ἦθος.

τοιοῦτος δέ τις ὁ Σπεύσιππος ἦν· ᾗ καὶ σκῶψαι ἀγαθὸν αὐτὸν ἐν τοῖς Σίλλοις ὁ Τίμων προσηγόρευσεν.