Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον, ὥς φασι, κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν.

ἡμερῶν δὲ ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις τοῦ δὲ κήρυκος, ὥσπερ εἰώθει, κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς, οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;

τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.

p.28

οὐκέτʼ οὖν καθʼ ἕνα καὶ λαθραίως, ἀλλὰ πάντες ἀναφανδὸν ἐλοιδόρουν τὸν Δίωνα, λέγοντες ὡς οὐ λέληθε κατεπᾴδων καὶ καταφαρμάσσων τῷ Πλάτωνος λόγῳ Διονύσιον, ὅπως ἀφέντος ἑκουσίως αὐτοῦ καὶ προεμένου τὴν ἀρχὴν ὑπολαβὼν εἰς τοὺς Ἀριστομάχης περιστήσῃ παῖδας, ὧν θεῖός ἐστιν.

ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι μεγάλαις δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας,