Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων Πλάτων εἰς Σικελίαν ἀφικόμενος περὶ μὲν τὰς πρώτας ἀπαντήσεις θαυμαστῆς ἐτύγχανε φιλοφροσύνης καὶ τιμῆς.

καὶ γὰρ ἅρμα τῶν βασιλικῶν αὐτῷ παρέστη κεκοσμημένον διαπρεπῶς ἀποβάντι τῆς τριήρους, καὶ θυσίαν ἔθυσεν ὁ τύραννος ὡς εὐτυχήματος μεγάλου τῇ ἀρχῇ προσγεγονότος.

αἰδὼς δὲ συμποσίων καὶ σχηματισμὸς αὐλῆς καὶ πρᾳότης αὐτοῦ τοῦ τυράννου περὶ ἕκαστα τῶν χρηματιζομένων θαυμαστὰς ἐνέδωκεν ἐλπίδας μεταβολῆς τοῖς πολίταις.

φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον, ὥς φασι, κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν.

ἡμερῶν δὲ ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις τοῦ δὲ κήρυκος, ὥσπερ εἰώθει, κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς, οὐ παύσῃ, φάναι, καταρώμενος ἡμῖν;

τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.

p.28