Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὗτος μὲν οὖν εὐθὺς κατελθὼν διεπεφύκει τῆς τυραννίδος τῷ δὲ Δίωνι καὶ παρʼ ἄλλων ἐτύγχανον οὖσαι διαβολαὶ καὶ κατηγορίαι πρός τὸν τύραννον, ὡς διειλεγμένῳ περὶ καταλύσεως τῆς ἀρχῆς πρός τε Θεοδότην καὶ πρός Ἡρακλείδην.

ἤλπιζε μὲν γὰρ, ὡς ἔοικε, διὰ Πλάτωνος παραγενομένου τὸ δεσποτικὸν καὶ λίαν ἄκρατον ἀφελὼν τῆς τυραννίδος ἐμμελῆ τινα καὶ νόμιμον ἄρχοντα τὸν Διονύσιον καταστήσειν·

εἰ δὲ

p.26
ἀντιβαίνοι καὶ μὴ μαλάσσοιτο, καταλύσας ἐκεῖνον ἐγνώκει τὴν πολιτείαν ἀποδιδόναι Συρακουσίοις, οὐκ ἐπαινῶν μὲν δημοκρατίαν, πάντως δὲ βελτίω τυραννίδος ἡγούμενος τοῖς διαμαρτάνουσιν ὑγιαινούσης ἀριστοκρατίας.