Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ταῦτα πολλάκις τοῦ Δίωνος παραινοῦντος, καὶ τῶν λόγων τοῦ Πλάτωνος ἔστιν οὕστινας ὑποσπείροντος, ἔσχεν ἔρως τὸν Διονύσιον ὀξὺς καὶ περιμανὴς τῶν τε λόγων καὶ τῆς συνουσίας τοῦ Πλάτωνος.

εὐθὺς οὖν Ἀθήναζε πολλὰ μὲν ἐφοίτα γράμματα παρὰ τοῦ Διονυσίου, πολλαὶ δʼ ἐπισκήψεις παρὰ τοῦ Δίωνος, ἄλλαι δʼ ἐξ Ἰταλίας παρὰ τῶν Πυθαγορικῶν, διακελευομένων παραγενέσθαι καὶ νέας ψυχῆς ἐξουσίᾳ μεγάλῃ καὶ δυνάμει περιφερομένης ἐπιλαβέσθαι καὶ κατασχεῖν ἐμβριθεστέροις λογισμοῖς.

Πλάτων μὲν οὖν, ὥς φησιν αὐτός, ἑαυτὸν αἰσχυνθεὶς μάλιστα, μὴ δόξειε λόγος εἶναί μόνον, ἔργου δʼ ἑκὼν οὐδενὸς ἂν ἅψασθαι, καὶ προσδοκήσας διʼ ἑνὸς ἀνδρὸς ὥσπερ ἡγεμονικοῦ μέρους ἐκκαθαρθέντος ὅλην ἰατρεύσειν Σικελίαν νοσοῦσαν, ὑπήκουσεν.

οἱ δὲ τῷ Δίωνι πολεμοῦντες φοβούμενοι τὴν τοῦ Διονυσίου μεταβολήν ἔπεισαν αὐτὸν ἀπὸ τῆς

p.24
φυγῆς μεταπέμπεσθαι Φίλιστον, ἄνδρα καὶ πεπαιδευμένον περὶ λόγους καὶ τυραννικῶν ἠθῶν ἐμπειρότατον, ὡς ἀντίταγμα πρὸς Πλάτωνα καὶ φιλοσοφίαν ἐκεῖνον ἕξοντες.

ὁ γὰρ δὴ Φίλιστος ἐξ ἀρχῆς τε τῇ τυραννίδι καθισταμένῃ προθυμότατον ἑαυτὸν παρέσχε, καὶ τὴν ἄκραν διεφύλαξε φρουραρχῶν ἐπὶ πολὺν χρόνον. ἦν δὲ λόγος ὡς καὶ τῇ μητρὶ πλησιάζοι τοῦ πρεσβυτέρου Διονυσίου, τοῦ τυράννου μὴ παντάπασιν ἀγνοοῦντος.

ἐπεὶ δὲ Λεπτίνης, ἐκ γυναικὸς ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε γενομένων αὐτῷ δυεῖν θυγατέρων, τὴν ἑτέραν ἔδωκε Φιλίστῳ μηδὲ φράσας πρὸς Διονύσιον, ὀργισθεὶς ἐκεῖνος τὴν μὲν γυναῖκα τοῦ Λεπτίνου δήσας ἐν πέδαις καθεῖρξε, τὸν δὲ Φίλιστον ἐξήλασε Σικελίας, φυγόντα παρὰ ξένους τινὰς εἰς τὸν Ἀδρίαν, ὅπου καὶ δοκεῖ τὰ πλεῖστα συνθεῖναι τῆς ἱστορίας σχολάζων.

οὐ γὰρ ἐπανῆλθε τοῦ πρεσβυτέρου ζῶντος, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτήν, ὥσπερ εἴρηται, κατήγαγεν

paris.1624.963
αὐτὸν ὁ πρὸς Δίωνα τῶν ἄλλων φθόνος, ὡς αὐτοῖς τε μᾶλλον ἐπιτήδειον ὄντα καὶ τῇ τυραννίδι βεβαιότερον.