Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὸν δʼ υἱὸν αὐτοῦ, καθάπερ εἴρηται, διαλελωβημένον ἀπαιδευσίᾳ καὶ συντετριμμένον τὸ ἦθος ὁ Δίων ὁρῶν παρεκάλει πρὸς παιδείαν τραπέσθαι καὶ δεηθῆναι τοῦ πρώτου τῶν φιλοσόφων πᾶσαν δέησιν ἐλθεῖν εἰς Σικελίαν·

ἐλθόντι δὲ παρασχεῖν αὑτόν, ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετῆς λόγον, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί,

πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετʼ εὐμενείας πατρονομούμενα παρασχών καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου.

τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ

p.22
πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι καὶ βαρβάρων μυρίανδρον φυλακήν, εὔνοιαν δὲ καὶ προθυμίαν καὶ χάριν ἐγγενομένην ὑπʼ ἀρετῆς καὶ δικαιοσύνης, ἅ, καίπερ ὄντα μαλακώτερα τῶν συντόνων καὶ σκληρῶν ἐκείνων, ἰσχυρότερα πρὸς διαμονὴν ἡγεμονίας ὑπάρχειν.

χωρὶς δὲ τούτων ἀφιλότιμον εἶναι καὶ ἄζηλον τὸν ἄρχοντα, τῷ μὲν σώματι περιττῶς ἀμπεχόμενον καὶ τῇ περὶ τὴν οἴκησιν ἁβρότητι καὶ κατασκευῇ λαμπρυνόμενον, ὁμιλίᾳ δὲ καὶ λόγῳ μηδὲν ὄντα τοῦ προστυχόντος σεμνότερον, μηδὲ τῆς ψυχῆς τὸ βασίλειον ἀξιοῦντα κεκοσμημένον ἔχειν βασιλικῶς καὶ πρεπόντως.