Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

δεξαμένη δὲ αὐτὸν οὕτως καὶ κατακλίνασα περιερρήξατο τε τοὺς πέπλους ἐπʼ αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα· καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε διψῶν, εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι.

πιὼν δὲ παρῄνεσεν αὐτῇ τὰ μὲν ἑαυτῆς, ἂν ᾖ μὴ μετʼ αἰσχύνης, σωτήρια τίθεσθαι, μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν, αὐτὸν

314
δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν, ἐπιφανέστατος ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.

ὅσον δὲ ἀπολιπόντος αὐτοῦ Προκλήϊος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρ ἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸς Κλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δραμὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴν Ἀντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξεν ᾑμαγμένον.