Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος, εὐθὺς ἐτελεύτησεν. ἐγένοντο δὲ καὶ βασιλέων ἀποστασεις, Ἀμύντου καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά· καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι.

καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δὲ αἰσχρὸν εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινὸν εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων τὴν δύναμιν.