Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκανῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφελέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστη γυναικί. καὶ προσεπεῖπε Καῖσαρ ὡς Ἀντώνιος μὲν ὑπὸ φαρμάκων οὐδὲ αὑτοῦ κρατοίη, πολεμοῦσι δʼ αὐτοῖς

274
Μαρδίων ὁ εὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεοπάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφʼ ὧν τὰ μέγιστα διοικεῖται τῆς ἡγεμονίας.

σημεῖα δὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι λέγεται. Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχία, ᾠκισμένη παρὰ τὸν Ἀδρίαν, χασμάτων ὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλβαν Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸς ἱδρὼς ἀνεπίδυεν ἡμέρας πολλάς, ἀποματτόντων τινῶν οὐ παυόμενος. ἐν δὲ Πάτραις διατρίβοντος αὐτοῦ κεραυνοῖς ἐνεπρήσθη τὸ Ἡράκλειον· καὶ τῆς Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσεισθεὶς εἰς τὸ θέατρον κατηνέχθη·

προσῳκείου δὲ ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰ γένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίου ζῆλον, ὥσπερ εἴρηται, Διόνυσος νέος προσαγορευόμενος. ἡ δὲ αὐτὴ θύελλα καὶ τοὺς Εὐμενοῦς καὶ Ἀττάλου κολοσσοὺς ἐπιγεγραμμένους Ἀντωνείους Ἀθήνησιν ἐμπεσοῦσα μόνους ἐκ πολλῶν ἀνέτρεψε. ἡ δὲ Κλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο μὲν Ἀντωνιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν ἐφάνη· χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευσαν· ἕτεραι δὲ ἐπελθοῦσαι καὶ ταύτας ἐξήλασαν καὶ τὰ νεόττια διέφθειραν.