Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Καλουΐσιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βιβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες βιβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης γενομένης· Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους·

δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρʼ αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δὲ Ἀντώνιον, ὡς εἶδεν, ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.

ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουΐσιος· οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα

272
τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα.