Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοὺς μέντοι πολεμίους ἀπαγορεύοντας ἤδη καὶ κάμνοντας οὕτως ἐπῆρεν ἡ νίκη καὶ τοσοῦτον τῶν Ῥωμαίων κατεφρόνησαν ὥστε καὶ νυκτὸς ἐπαυλίσασθαι τῷ στρατοπέδῳ, προσδοκῶντας αὐτίκα μάλα σκηνὰς ἐρήμους καὶ χρήματα διαρπάσειν ἀποδιδρασκόντων.

ἅμα δʼ ἡμέρᾳ πολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονται τετρακισμυρίων οὐκ ἐλάττονες ἱππόται γενέσθαι, βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶ τεταγμένους ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κατορθώματι πέμψαντος· αὐτὸς μὲν γὰρ οὐδεμιᾷ μάχῃ παρέτυχεν. Ἀντώνιος δὲ βουλόμενος προσαγορεῦσαι τοὺς στρατιώτας ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότερος ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων ἐν τῇ στρατηγικῇ φοινικίδι προελθὼν ἐδημηγόρησε, τοὺς μὲν νενικηκότας ἐπαινῶν, ὀνειδίζων δὲ τοὺς φυγόντας.

τῶν δὲ οἱ μὲν παρεκελεύοντο θαρρεῖν, οἱ δὲ ἀπολογούμενοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε βούλοιτο δεκατεύειν, εἴτε ἄλλῳ τρόπῳ κολάζειν· μόνον παύσασθαι δυσφοροῦντα καὶ λυπούμενον ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνατείνας ἐπεύξατο τοῖς θεοῖς, εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν εὐτυχίας αὐτοῦ μέτεισιν, εἰς αὐτὸν ἐλθεῖν, τῷ δʼ ἄλλῳ στρατῷ σωτηρίαν διδόναι καὶ νίκην.

240