Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ

140
γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι.

φησὶ γοῦν Ἀντώνιος οὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦ Λέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κικέρωνος τὴν μητέρα δεηθῆναι. τοῦτο μὲν οὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶς γὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων ὑπὸ τοῦ Κικέρωνος·

Ἀντωνίῳ δὲ λαμπρῷ καθʼ ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον, ὡς μᾶλλον εἴη χειροήθης, εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκολάστους ἐμβάλλοντος. ἐξ ὧν ὄφλημα βαρὺ καὶ παρʼ ἡλικίαν αὐτῷ συνήχθη πεντήκοντα καὶ διακοσίων ταλάντων.

τοῦτο πᾶν ἐγγυησαμένου τοῦ Κουρίωνος ὁ πατὴρ αἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας. ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇ Κλωδίου τοῦ θρασυτάτου καὶ βδελυρωτάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντα τὰ πράγματα ταραττούσῃ προσέμιξεν ἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸς γενόμενος, καὶ φοβηθεὶς τοὺς συνισταμένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τό τε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτικοὺς ἀγῶνας καὶ λέγειν μελετῶν.

ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατʼ ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν.

142