Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαρος φιλίας ἀπολελαυκέναι δι’ αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας πλησίον, ὡς οὐθὲν ἀπήντα

176
φιλάνθρωπον, ἔγνω παραβαλέσθαι. καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ καθειμένος, λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι τοῦ Λεπίδου καὶ λέγειν ἤρξατο.

πολλῶν δὲ καὶ πρὸς τὴν ὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγομένων, δείσας ὁ Λέπιδος τὰς σάλπιγγας ἐκέλευσε συνηχούσας ἀφελέσθαι τὸ κατακούεσθαι τὸν Ἀντώνιον. οἱ δὲ στρατιῶται μᾶλλον ᾤκτειραν καὶ διελέγοντο κρύφα, Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸς αὐτόν, ἐσθῆτας λαβόντας ἑταιρευομένων γυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπιχειρεῖν θαρροῦντα τῷ χάρακι· πολλοὺς γὰρ εἶναι δεξομένους[*](τοὺς δεξομένους Coraës and Bekker, after Reiske: δεξομένους with the MSS.) καὶ τὸν Λέπιδον, εἰ βούλοιτο, κτενοῦντας.

Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθʼ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη. πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος· καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δʼ ὄνομα καὶ τιμὴν αὐτοκράτορος διετέλει φυλάττων.

τοῦτο καὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησε προσθέσθαι, καθήμενον οὐ πρόσω μετὰ συχνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθεὶς αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰταλίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺν αὑτῷ καὶ μυρίους ἱππεῖς· χωρὶς δὲ φρουρὰν Γαλατίας

178
ἓξ τάγματα λελοίπει μετὰ Οὐαρίου τινὸς τῶν συνήθων καὶ συμποτῶν, ὃν Κοτύλωνα προσηγόρευον.