Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν, οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον, οὐδὲ ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλʼ ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν βουλόμενον, ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν, πάνυ χειροήθη καὶ πεπαιδαγωγημένον ἀπʼ ἀρχῆς ἀκροᾶσθαι γυναικῶν παραλαβοῦσαν αὐτόν.

οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος· οἷον ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα

162
ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρʼ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος.

εἶτα ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ ὁ Ἀντώνιος· ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας ἀρξαμένην λύειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.