Demetrius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουμένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶς ὁ Δημήτριος ἐκινδύνευσε μὲν εἰς τόπους ἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταραχθῆναι μηδʼ ἐκπλαγῆναι καταπληξάμενος τοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καμήλους ἑπτακοσίας παρʼ αὐτῶν ἀνεχώρησεν.
ἐπεὶ δὲ Σέλευκος, ἐκπεσὼν μὲν ὑπὸ Ἀντιγόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερον δὲ ἀναλαβὼν τὴν ἀρχὴν δι’ αὑτοῦ καὶ κρατῶν, ἀνέβη μετὰ δυνάμεως, τὰ συνοροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημήτριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην εἰς τὴν Βαβυλωνίαν παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας (δύο γαρ ἦσαν) ἐκκρούσας τὴν τοῦ Σελεύκου φρουρὰν καὶ κρατήσας ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας.
ἐκ δὲ τῆς